Deed of donation of Michael Elaiodorites Spanopulos for the Monastery of the Holy Mother of God Spelaiotissa near Melnik from the late 13th century or the beginning of the 14th century
Description
† Ἐπεὶ προ χρόνων τελευτήσαντος τοῦ αυθέντου μου καὶ πατρός μου τοῦ μακαρίτου ἐκοίνου τὸ λείψανον κατετέθη ἐν τη σεβασμία βασιλικῆ μονῆ τῆς κυρίας ἠμῶν τῆς ὑπεραγίας Θεοτόκου τῆ ἐπικεκλημένη Σπήλαιον, ὁμοίως καὶ τὰ τῶν ἀδελφῶν μου λείψανα, καὶ ἐδόθη ψυχικῆς ἐνεκεν σωτηρίας αὐτῶν πράγματά τινα, ἀρτίως δὲ τελευτήσαντος καὶ τοῦ γλυκυτάτου καὶ περὶποθείτου μου υἱοῦ ἐκείνου Κομνηνοῦ κυροῦ Θεοδόρου Φιλή τοῦ Καντακουζηνοῦ τοῦ μεγάλου δρουγγαρίου κατετέθη τὸ λίψανον αὐτοῦ καὶ τῶν αὐτοῦ παίδων ἐν τῆ τοῖαὔτη σεβασμία μονῆ καὶ ἐδόθη ὑπερ ψυχικῆς σωτηρίας τὸ ἐν τῶ ἐμπορίω Μελενίκου μυλωνοτόπιον αὐτῶν, ἐπιδίδωμι καὶ αὐτὸς τὸ σύνεγκυς τοῦτου μυλονοτόπιον ἐν τη τοιαύτη μονῆ μονῆ ψυχικῆς ἔνεκα σωτηρίας τῶν ἀπελθῶντων γονέων μου καὶ ἀδελφῶν καὶ τέκνων καὶ ἡμῶν αὐτῶν. Ὅθεν καὶ ὁφείλουσιν οἱ ἐν τη τοιαὔτη̣ σεβασμία μονῆ ἀσκοῦμενοι μοναχοὶ κατέχειν αὐτὸ ἀναφερέτως καὶ ἀναποσπάστος, καθῶς εἶχον καγῶ τοῦτο γονικῶθεν ἐκτὸς τοῦ ποσοῦ τῆς οἱκονομίας μου. Ἐὰν δέ τις τῶν ἡμετέρων ἢ τῶν ἀλλοτρίων πειραθείη ἀπὸσπᾶσαι ταῦτα τῶ μυλονοτόπιον ἀπὸ τῆς δηλοθείσης μονῆς, ἵνα ἕχη τᾶς ἀρᾶς πάντων τῶν ἀγίων καὶ αὐτῆν τὴν πανάχραντον Θεοτόκον πολεμοῦσαν αυτ(ὸν) ὡς ιερόσυλον καὶ κατὰφρονητὴν ταύτης. Διὸ καὶ τὸ παρὸν ἡμέτερον παραδεδοτικὸν γράμμα γεγονὸς ἐπεδόθη τῆ διἀληφθείση σεβασμία μονῆ εἰς ἀσφάλειαν, μηνὶ Σεπτεβρίω ἰνδικτιῶνος ιβʹ. Ἥχεν δὲ καὶ δι’ ἡπογραφῆς·
† Ὁ δούλως τοῦ κραταιοῦ καὶ ἀγίου ἡμῶν αὐθέντου καὶ βασιλέως σεβαστὸς Μιχαὴλ Ἐλαιοδωριτης Σπανόπουλος. †† ὁ στρατοπεδάρχης τῶν αλλαγίων.
† Ὁ πρωτοπαπᾶς τῆς ἀγιωτάτης μητροπόλεως Μελενίκου Μιχαὴλ ὁ Πολυστιλήτης.†
† Ὁ κατηχητῆς τῆς ἀγιωτάτης μητροπόλεως Μελενίκου Φωτινὸς ιερεὺς ὑπέγραψα.†
† Ὁ ἄρχον τῶν φωτων Ιωἄννης ιἐρεύς.
† Ὁ δικαίω τοῦ πανιἐροτάτου μητροπολιτου Μελενίκου ὁ ἐν μοναχοῖς ελάχιστος Ἰωνᾶς.
Relations
Sources (1)
Name | Class | Description |
---|---|---|
Deed of donation of Michael Elaiodorites Spanopulos for the Monastery of the Holy Mother of God Spelaiotissa near Melnik from the late 13th century or the beginning of the 14th century | Source | Michael Elaiodorites Spanopulos donated two mills in the lower town of Melnik to the Holy Mother of God Spelaiotissa near Melnik in return for the commemoration of Theodoros Komnenos Kantakuzenos and other relatives by the monks. |