Maps of Power

Sveti Nikita 1 Byzantine

Properties

ID 10774
System Class Source translation
Source translation Original text

Description

+ Ἐπεὶ ὁ ὑψηλότατος κράλης Σερβίας καὶ π[εριπόθη]τος ἀδελφός καὶ γαμβρὸς τῆς βασιλείας μου κῦρ [Στέ]φανο[ς] ὁ Οὔρεσις ἐλθὼν εἰς ἕνωσιν τῆς βασιλείας μου συνέτυχ[ε .... αὐ]τὴν ὡς πλησίον [τῶν Σκοπίων] εὑρίσ[κετ]αι μοναστή[ριον εἰς ὄνο]μα τιμώμενον τοῦ Ἁγίου μεγαλομάρτ[υ]ρος Νικήτα, ἐν ὧ δὴ καὶ προσεκύρωσε μονύ[δ]ριον διακείμενον μὲν καὶ τοῦτο περὶ τὸν αὐτὸν τόπον τῶ[ν Σκ]οπίων, εἰς [ὄ]νομα δὲ τιμώμενον τῆς πανυπεράγνου Θεομήτο[ρ(ος)] καὶ [οὕτω πως] ἐπιλεγόμενογ τῆς Βορισί[νης], μετὰ τῶν ἐν [αὐτῶ προσκ]α [θ]ημέν[ων] ἀ[ν(θρώπ)ων] καὶ τῶν εὑρισκομένων ἀμπελίων καὶ χωραφίων, ἐπὶ τῶ εἶνα[ι] τοῦτο καὶ λογίζεσθαι [εἰ]ς μετόχιον τῆς ῥηθείσης σεβασμί(ας) μονῆς τοῦ Ἁγίου μεγαλομάρτυρος Νικήτα ἔδωκε δὲ [ὁ]μοί[ως] ἐν τῆ αὐτῆ μονῆ καὶ ἕτερον μονύδριον, άνεγερθ(ὲν) μ(ὲν) παρ᾿ αὐτοῦ, εἰς ὄνομα δὲ τιμώμενο[ν] τ[οῦ] τιμίου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ, ἔτι δὲ καὶ χωρίον προνοιαστικὸν καλούμενον Μπάνιανιν μετὰ πάντων τῶν δικαίων αὐτοῦ· ἀλλὰ δὴ καὶ τόπον καλούμενον τὴν Μπρεμποῦσδαν, ἀρχόμενον ἀπὸ τῆς ἐκεῖσε ὁδοῦ τῆς Μπάνιανις καὶ διερχόμενον ἀπὸ τοῦ κάστρου τῶν Σκοπίων καὶ τῶν ἐγχωρίως καλουμένων Πυκνῶν Μαρμάρων, καὶ ἀκουμβίζοντα μέχρι τοῦ ποταμοῦ τῆς Λιπεανίτζης καὶ τῆς πηγῆς τοῦ Γολισέβου καὶ τοῦ τόπου τοῦ καλουμένου Σιδηροῦ, μετὰ τῶν ἐν αὐτῶ περιβολίων καὶ μυλοστασίων καὶ λοιπῶν δικαίων, ὧν προκατεῖχε τίς καλούμενος Ζέγρος ὁ Ῥαδομηρὸς μετὰ τῶν αὐταδέλφων αὐτοῦ· ὡσαύτως δέδωκε καὶ χωρίον διακείμενον περὶ τὸν Πόλογον καὶ ἐπιλεγόμενον Νεράσταν μετὰ πάντων τῶν δικαίων αὐτοῦ, ἔτι δὲ καὶ τόπον καλούμενον τοῦ Ῥαδέα μετά τῶν ἐν αὐτῶ ἀμπελίων καὶ μυλοστασίων καὶ αὐλῆς, ἅπερ κατεῖχε τίς ὁ Βρατίσθλαβος· ὡσαύτως καὶ θεῖον ναὸν εἰς ὄνομα τιμώμενον τοῦ παμμάκαρος Ἁγίου Νικολάου καὶ διακείμενον εἰς τὴν περιοχὴν τῆς Λουμπεανίνης μετὰ τῶν ἐν αὐτῶ ἀμπελίων καὶ μυλοστασίων καὶ τοῦ λοιποῦ τόπου καὶ τῆς περιοχῆς αὐτοῦ· ἀλλὰ δὴ καὶ τόπον καλούμενον Τομπρόδολον διήκοντα μέχρι τῆς Ῥαδούσης μετὰ τῶν ἐν αὐτῶ χωραφίων τῶν καὶ ποσουμένων εἰς πεντήκοντα στρέμματα, ἅπερ εἶχεν ἐξ ἀγοραςί(ας) ἡ Βορισίνα ἐκείνη· καὶ ἕτερον τόπον καλούμενον Βίνισαν, διήκοντα μέχρι τοῦ ὄχθου τοῦ Σελκόβου· καὶ ἕτερον τόπον λεγόμενον τὴν Κάτω Τζερμενίτζαν, διήκοντα καὶ αὐτὸν μέχρι τοῦ ἐκεῖσε πηγαδίου· (καὶ) ἕτερον τόπον καλούμενον τὸ Κάτω Κοσίκοβον μετὰ τῶν δικαίων ἀυτοῦ· καὶ ἕτερον τόπον ἐπονομαζόμενον τοῦ Ἀποκαύκου, διήκοντα μέχρι τοῦ ἐκεῖσε ἱσταμένου τιμίου στ(αυ)ροῦ· ὁμοίως περὶ τὸ ἐκεῖσε βάλτον, εἰς τόπον καλούμενον τὴν Λυσίτζιανιν, χωράφια τινὰ πλησίον τῶν δικαίων τοῦ Καλομένου, καὶ ἀμπέλια δύο διακείμενα εἴς τε τὸ Πομπόσδιν καὶ εἰς τὸν Λάκκον τοῦ Τουρίση. Κέκτηται δὲ ἡ τοιαύτη μονὴ ἀνέκαθ(εν) καὶ μέχρι του νῦν καὶ ἕτερα κτήματα περιελθόντα αὐτῆ ἀπὸ δωρεᾶς τῶν περιποθήτων συμπενθέρων τῆς βασιλεί(ας) μου καὶ προγόνων τοῦ αὐτοῦ ὑψηλοτάτου κράλη Σερβί(ας) καὶ περιποθ(ή)τ(ου) ἀδελφοῦ καὶ γαμβροῦ τῆς βασιλείας μου κυρ(οῦ) Στεφάνου τοῦ Οὔρεσι, ἤγουν χωρίον καλούμενον τὴν Λούψιανιν μετὰ πάντων τῶν δικαίων αὐτοῦ, τὸ ἥμισυ τοῦ χωρίου τοῦ καλουμένου τῆς Κλουστοβίστης, κατοῦναν βλαχικήν, χωρίον διακείμενον εἰς τὴν Μοράβαν καὶ ἐπονομαζόμενον τὴν Μηράναν, πλανηνὴν εἰς τὸ Λουμποτάνιον μετὰ τῆς περιοχῆς αὐτῆς, ἑτέραν πλανηνὴν ἐπιλεγομένην Πλὰς μετὰ πάσης τῆς περιοχῆς αὐτῆς, ἑτέρας δύο πλανηνὰς καλουμένας Σώσθνας, καὶ εἰς τὰ Σκόπια κομμέρκιον τριῶν φόρων διδόμενον χάριν λυχνοκαΐας εἰς τὴν κατ’έτος τελουμένην ἑορτὴν τοῦ δηλωθ(έν)τος μεγαλομάρτυρος ἁγίου Νικήτα, ὧν δὴ χάριν πρόσεισι τῆ τοιαύτη μονῆ καὶ διάφορα δικαιώμ(α)τα. Ἐξητήσατο δε ὁ αὐτὸς ὑψηλότατος κράλης καὶ περιπόθητος ἀδελφὸς καὶ γαμβρὸς τῆς βασιλείας μου καὶ ἐγένετο διὰ πλείονα ἀσφάλειαν καὶ χρυσόβουλλον τοῦ ἁγίου μου αὐθέντου καὶ βασιλέως τοῦ π(ατ)ρ(ὸ)ς τῆς βασιλείας μου· ἐζήτησε δὲ ὁμοίως γενέσθαι ἀκολούθως τούτῳ τὸν ὅμοιον τρόπον καὶ χρυσόβουλλον τῆς βασιλεί(ας) μου· ἐπιχορηγεῖ καὶ ἐπιβραβεύει τῆ τοιαύτη σεβασμία μονῆ [ἡ] β[ασιλεία μου] τὸν [π]α[ρόντ]α χρυσόβουλλον ΛΟΓΟΝ [α]ὐτῆς, δι’οῦ καὶ προστάσσει καὶ διορίζεται κατέχειν καὶ εἰς [τὸ] εξῆς τὴν τοιαύτην μονὴν [τ]ὰ [ἄνωθεν] κα[τὰ μέ]ρος [διαλη]φθέντ[α] μ[ε]τόχια καὶ λοι[π]ὰ κτ[ήματα] με[τὰ κα]ὶ τῆς [πε]ριοχῆς π[άσης καὶ] τῶν δικαίων [αὐ]τῶν, [καὶ νέμεσθ]αι ταῦτα ἀ[ναφ]α[ι]ρέ[τω]ς, ἀ[να]πο[σπά]στως [κ]αὶ ἀνενοχ[λήτως κατὰ τὰς περ]ιλ[ή]ψ[εις] τοῦ τε εἰρ[ημένου] χρυσ[οβούλλ]ου [τοῦ ἁγιωτ]άτου [μου αὐθέντου] καὶ βασιλέως τοῦ π(ατ)ρ(ὸ)ς [τῆς] [βασ]ιλεί(ας) μου, ἔτι δ[ὲ καὶ] τών προα [πολυθέντων] λοιπῶν δι[και]ωμ(ά)τ(ων), [... τοῦ παρόντος] χ[ρυ]σοβο[ύλλου] ΛΟΓΟΥ [τῆς β]α[σ]ιλ[είας] μου …

Relations

Sources (1)
Name Class Description
Skopje Sveti Nikita 1 Source In ca. 1299/1300 the Byzantine Co-Emperor Michael IX Palaiologos (reigned 1295-1320) issued a charter for the Tower of Hrusija (Pyrgos Basileiu) of the Monastery of Chilandar on the Holy Mount Athos, through which the possessions of the Monastery of Sveti Nikita in and near Skopje were confirmed.