Deed of donation of the nun Annesia for the Monastery of the Holy Mother of God Spelaion near Melnik
Description
Ἐπεὶ ἐτέθη τὸ λείψανον τοῦ αὐθέντου μου τοῦ μακαρίτου ἐκοίνου μεγάλου δρουγκαρίου Κομνηνοῦ κυροῦ Θεοδόρου τοῦ Καντακουζηνοῦ, διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Θεοδοσίου μοναχοῦ, ἐν τῆ σεβασμία βασιλικῆ μονῆ τῆς ὑπεραγίας ἡμῶν Θεοτόκου τῆς ἐπὶκεκλημένης Σπήλαιον, ἐπιδίδωμι αὐτῆ τῆ θεῖα μονῆ τῶ ἐν τῶ ἐμπορίω Μελενίκου γονηκῶθεν προσὃν ἡμῖν μυλωνοτόπιον, καὶ εἰς τὸ δια θείου καὶ σεπτοῦ χρυσοβούλου χωρίον ἡμῶν τῆν Δράγνιτζαν ἀμπέλιον ἐξαλιματικὸν τοῦ vacat, μνήμης ἔνεκα ὡς ἤρηται τοῦ ἀπελθόντως αὐθέντου μου ἐκείνου. Ὅθεν καὶ ὁφείλωσιν οἱ τῆς τοιαύτης μονῆς ὁσιώτατοι πατέρες ἡμῶν κατέχειν τὸ εἰρημένον μυλοτόπιον καὶ τὸ ἀμπέλιον ἀπὸ τοῦ νῆν εἰς τοῦς ἐξῆ̣ς ἄπαντας καὶ διηνεκεῖς χρόνους, μη ἐμποδιζομενοι παρ’ ἡμῶν ἢ τινὸς τοῦ μέρους ἡμῶν, ὡς τελείως ἀπὸβαλλομένων τὴν ἐπ’ αὐτοῖς νομήν τε δεσποτείαν καὶ κυριότητα καὶ τῶ μέρει τῆς μονῆς ἀνατιθέντων. Ἡ δέ τις ἡμῶν ἢ τῶν παίδων ἢ τῶν κατὰ σάρκα συγγενῶν ἡμῶν ἢ τινὸς τῶν ἀλλοτρίων πειραθείη ἀπὸσπάσαι ταῦτα τῆς τοιαὔτης μονῆς, ἵνα ἔχη τᾶς αρᾶς πάντων τῶν ἀγίων καὶ τὴν ὑπεραγίαν Θεοτόκον πολεμοῦσαν αὐτὸν ὡς ἱἐροσύλω καὶ καταφρονητὶ ταύτης. Διὸ καὶ τὸ παρὸν ὑμέτερον παραδοτικὸν γράμμα γεγονὸς ἐπεδόθη τῆ διἀληφθήση σεβασμία μονῆ τοὺ Σπηλαίου εἰς ἀσφάλειαν , μηνὶ Σεπτεβρίω ἰνδικτιῶνος ιεʹ †
Σίγνον Ἀννησίας μοναχοῖς τῆς κατα κόσμον μεγάλης δρουγγαρέας
Σίγνον Βρανένης τῆς γνησίας θυγατρὸς αὐτῆς
Relations
Sources (1)
Name | Class | Description |
---|---|---|
Deed of donation of the nun Annesia for the Monastery of the Holy Mother of God Spelaion near Melnik | Source | The nun Annesia donated In the late 13th or in the beginning of the 14th century in memory of her deceased husband Theodoros Komenos Kantakuzenos, who lived in the Monastery of the Holy Mother of God Spelaion near Melnik, a ground with a mill in the lower town of Melnik and a vineyard in the village Dragnitza to the Monastery of the Holy Mother of God Spelaion near Melnik. |